Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/200

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
190
Κατὰ Μειδίου λογοσ.


ἐκ Δωδώνης, χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιὰς καὶ στεφανηφορεῖν. [52] Ἀνάγνωθι δέ μοι λαβὼν αὐτὰς τὰς μαντείας.

Μαντείαι
Αὐδῶ Ἐρεχθείδῃσιν, ὅσοι Πανδίονος ἄστυ

ναίετε καὶ πατρίοισι νόμοις ἰθύνεθ' ἑορτάς,

μεμνῆσθαι Βάκχοιο, καὶ εὐρυχόρους κατ' ἀγυιὰς

ἱστάναι ὡραίων Βρομίῳ χάριν ἄμμιγα πάντας,

καὶ κνισᾶν βωμοῖσι κάρη στεφάνοις πυκάσαντας.

Περὶ ὑγιείας θύειν καὶ εὔχεσθαι Διὶ ὑπάτῳ, Ἡρακλεῖ, Ἀπόλλωνι προστατηρίῳ· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ κατ' ἀγυιὰς κρατῆρας ἱστάμεν καὶ χοροὺς καὶ στεφαναφορεῖν καττὰ πάτρια θεοῖς Ὀλυμπίοις πάντεσσι καὶ πάσαις, ἰδίας δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, καὶ μνασιδωρεῖν.

Ἐκ Δωδώνης Μαντείαι

Τῷ δήμῳ τῷ Ἀθηναίων ὁ τοῦ Διὸς σημαίνει. Ὅτι τὰς ὥρας παρηνέγκατε τῆς θυσίας καὶ τῆς θεωρίας, αἱρετοὺς πέμπειν κελεύει θεωροὺς ἕνεκα καί τούτουζ διὰ ταχέων, καὶ τῷ Διὶ τῷ Δωδωγαίώ αροτρείζ βοῦς,