Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/163

Le texte de cette page a été corrigé et est conforme au fac-similé.
153
Κατὰ Μειδίου λογοσ.


ὡς μὲν ἐμοὶ δοκεῖ, δι’ἀμφότερ’, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεούς, καὶ δεινὰ πεπονθέναι νομίζοντες ἐμὲ καὶ δίκην ἅμα βουλόμενοι λαβεῖν ὧν ἐπὶ τῶν ἄλλων ἐτεθέαντο θρασὺν ὄντα καὶ βδελυρὸν καὶ οὐδὲ καθεκτὸν ἔτι.

Οὕτω δὲ τούτων ἐχόντων, ὅσα μὲν παρ' ἐμοῦ προσῆκε φυλαχθῆναι, πάντα δικαίως ὑμῖν τετήρηται, καὶ κατηγορήσων, ἐπειδή τις εἰσάγει, πάρειμι, ὡς ὁρᾶτε, πολλὰ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήματα, ἐξόν μοι λαβεῖν ὥστε μὴ κατηγορεῖν, οὐ λαβών, πολλὰς δὲ δεήσεις καὶ χάριτας καὶ νὴ Δί' ἀπειλὰς ὑπομείνας. Ἃ δ' ἐν ὑμῖν μετὰ ταῦτ' ἔσθ' ὑπόλοιπα, ὅσῳ πλείοσιν οὗτος ἠνώχληκε καὶ παρήγγελκεν νἑώρων γὰρ αὐτὸν ἄρτι πρὸ τῶν δικαστηρίων οἷ' ἐποίεἰ, τοσούτῳ μᾶλλον ἐλπίζω τὸ δίκαιον ἕξειν. Οὐ γὰρ ἂν καταγνοίην ὑμῶν οὐδενὸς οὔθ' ὡς περὶ ὧν πρὸς ἔμ' ἐσπουδάσατ' αὐτοί, τούτων ἀμελήσετε, οὔθ' ὡς, ἵνα Μειδίας ἀδεῶς τὸ λοιπὸν ὑβρίζῃ, ψηφιεῖταί τις ὑμῶν ὀμωμοκὼς ἄλλο τι πλὴν ὅ τι ἂν ἡγῆται δίκαιον.

Εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, παρανόμων ἢ παραπρεσβείας ἤ τινος ἄλλης αἰτίας ἔμελλον αὐτοῦ κατηγορεῖν τοιαύτης, οὐδὲν ἂν ὑμῶν ἠξίουν δεῖσθαι, νομίζων τῷ μὲν κατηγόρῳ περὶ τῶν τοιούτων προσήκειν ἐλέγχειν μόνον, τῷ δὲ φεύγοντι καὶ παραιτεῖσθαι έπειδὴ δὲ τούς τε κριτ ὰς διαφθείραντος τούτου τότε,