Les Œuvres de Mesdames Des Roches/Catherine des Roches/ΠΡΟΤΡΕΠΤΙΚΟΝ

ΠΡΟΤΡΕΠΤΙΚΟΝ

AD CHRISTIANISSIMVM

henricvm iii, francorvm
& Polonię Regem, expreſſum ex
verſibus Gallicis eruditiſſimę
puellæ ac Poëtrię Catha-

rinę des Roches.

Ioſephus Scaliger Iulij Cæſaris F. verti.


Τοῖς ἀξίοισι δεξιωθεὶς τῶν γερῶν,
πρὸς τῶν ὀθνείων πρός τε τηλουρῶν λεῶν
λαμπρῶς, μόλις δὴ, φέγγος ἡρώων, μόλις
φίλην ἀνέρχη πρὸς πάτραν ἀπόστροφος.
καλαῖς δ’ ἀμοιβαῖς ἀνταμείβεις, ὧ πρόμε,
κελτῶν τὸ κῦρος, ἀντὶ τοῦ κύρους ξένου,
καὶ τῶν ἀνάνδρων ἄντι, τοῦς ευήνορας.
πᾶς δὴ φρυάζων πρὸς τὸν εὐτυχέστατον
νόστον γάνυσι, καίσε προσσαίνει χαρᾷ.
σοὶ τῶν ἑαυτοῦ πολλ’ ἀφειδήσας πολὺς
δίδωσι, πλείω δ’ ἀντιλάζεσθαι σέθεν
ἕδοξεν ἁντίποινα τῶν δωρημάτων.
διδοὺς δὲ μηδὲν μηδενὸς πλέον διδοῖ.
ὥστ’ εὐπροσώπῳ μηχανῇ χαρισμάτων
χρυσοῦ, λίθων τε τὴν βαρύσταθμον χλιδήν
δωρούμενοι σοι δῆθεν, αὐτοὶ μὲν λόγω
δίδουσιν, ἔργω δ’ αὔτ’ ἀπεμπόλωσι σοι.
εἰ μήγ’ αὐτῶν τοὐμπόρευμα τίμιον
ὑπερμέτροις λύτροισιν ὠνῆσαι φθάνοις.
οἵδ’ ἐνδίδοντες ἑδονῇ φιλαργύρῳ
πάλιν πρὸς ὑμᾶς οὐκ ἐπιστρέψουσι δή.

Σκηπτοῦχε σοὶ δὲ τἀμὰ δεχθήτω μέλη.

ἐμοὶ τοτ’ ἔσται τοῦτο πάνδοξον κλέος,
λεῷ δὲ δεξίωμα σῶ κοινωφελές.
ἡ σή γὰρ ἀρέτὴ. ναός ἐθ’ ὑψηρεφής,
ἐν ὧ σέβεσθαι παντὶ τῶ πλήθει πάρα
τὸ σὸν κάλὸν μίμημα καὶ τύπον τρόπων.
ἤκουσα δ’ ὥς τις τῶν ἀφ’ αἵματoς σέρεν
σκηπτούχος ἥρως, τόντ’ ἄρη βριταννικὸν,
καὶ τὰς ἀφορμᾶς τοῦ δυσηνίου λεῶ
φράσας κολοῦσαι, παῖσι παρθένου τινὸς
βουλαῖς φρενώθη. καὶ σὺ ταύτας, ἄντομαι,
ἄκου’ ἐφετμὰς, ἅς ἐνέπνευσεν μενὸς.
Τῷ θηλυκῷ μοῦ τ’ ἀνδρικὸν σέθεν μένος.
ἔσῃ δὲ τῶν σῶν δυσμενῶν ὑπερ τεπος.

Ἔστω μὲν ἑν σοὶ χριστιάνιζον καλῶς
ψυχῆς χαρακτήρ ὥστε τὸν Θεὸν σέβου
παλαιφάτοισι τῶν Ἀποστόλων νόμοις,
καὶ τοῦ δ’ ἀειγράπτοισι τοῖς θεσμοῖς ἕπου
καὶ τῶ δεφαίνε σ’ ἀσπιλὸν κακήρατον.
τούτῳ ταπεινὰς ἀντὶ θύματος φρένας
πρόσισχε. καὶ γὰρ ὁ Θεὸς οἰακοστροφεῖ
ἐν τῇ γ’ ἑαυτοῦ χειρὶ βασιλέων κράτη.
τῶν πραγμάτῶν τ’ ἔντιμα τοῖς πρὸς ἅιματος
δίδου, τὰ δύσβαστακτα τῆς ἀρχῆς βάρη
δούλοισι πιστοῖς. τ’ ἀσφαλὲς τοῦ σοῦ βίου
σαυτῷ μόνῳ δή. τῷ φιλαγρύπνω τε σοῦ
τὰς εἰς σὲ προςδοκῶντος ἐλπίδας λεῶ.
κράτους ὁμοίως κελτικοῦ τὰ καίρια
ταῖς σαῖς μερίμναις ἀσφαλῶς ἐπίτρεπε
ὁ κόσμος ἡ υγένεια [sic] τ’ ἀλκίμου πρόμου
τὸ τ’ ἀξίωμα καλὸν ἐξετάζεται
ἐν τοῦ δικα[ί]ῳ πλείον’ ἢ πλούτῳ νέμειν,
βουλήν τ’ ἀρίστην πρόσθε τῶν δώρων ἔχειν
καὶ τὴς βραχείας ἡδονῆς τὸ σοφρονεῖν,
τὸ τῆς Προνοίας τ’ ὄμμα προύμμάτων ἔχειν.
ἥ τις τά τ’ ὀπίσω, τά τε προτοῦ τὰ νηὺ θ’ ὁρᾷ
νόμος δὲ καὶ τὸ δυσπαραίτη τὸν νόμον,
καὶ τῶν παλαιῶν κύριαι δόξαι Σοφῶν
ἕκαστον ἐντρέπουσι κασμίως βιοῦν.
τὰ συγγενῶν τε χρηστὰ σωφρονίσματα.

χ’ ἡ νουθετούντων φροντὶς ἐντρεχὴς φίλων.
ὁ δυσμενῶν τε κατάγελως, τα σφάλματα
τῶν χειροδέικτως ἐμφανιζόντων πολίς.
σοὶ δ’ ὦ κράτιστε, χ’ ὡ γογισμὸς, ἥτ’ ἄκρα,
νόμοις πατρῴοις ἥν νέμεις, ἐξουσία,
καὶ τῆς τεκούσης αἱ φιλόστοργοι φρένες,
ἥτ’ αὐταδέλφου πιστόφρων ὁμιλία,
καὶ τῶν λεῶν ἡ φροντὶς εὐπειθὴς πάρα.
πρὸς τοῦ τελέιου βασιλέως καὶ νητρεκοῦς.
ἐστιν, φιλήσται τὴν δίκην, σάφ’ οἶσθ’ ὅτι.
ῥῦσαι τε πλῆθη τῆς ἐπειγούσης δύης.
ἀγαθοὺς μὴν αὔξειν, καὶ κολούσασθαι κακοῦς,
κράτος πρατρῷον, τήν τε γῆν ἐπαυξάνειν,
τούτ’ αὖ μόναρχην, δῆλον, ὡς τηρεῖ μέγαν.

Ὧ κάρτερ’ εἴσοι μοῦσα παρθενικὴ μέλει,
ἐλπὶς τὸ λοιπόν ἐστιν, ὡς διάξομαι
κλέουσα ταῖς μολπαῖσιν ἐντονοτέραις
τὸ τ’ ἐναρετὸν σοῦ, τήντ’ ἀοίδιμον χάριν.
ὅστ’ εἰς τὸ μέλλον αἱ κόραι Πικτάβιδες
πρὸς Κλάνιος ὄχθαις μύρι’ ἄσονται μέλη.